Ulysse et son chien Argos - Gravure tirée des Animaux fantastiques de Fournier, 1884
L'Odyssée ne donne guère de renseignements sur le règne d'Ulysse en Ithaque avant la guerre de Troie. Pourtant, dans les derniers chants, entre deux épisodes dramatiques, sont esquissées quelques belles scènes de vie quotidienne : l'amour de la terre et des arbres fruitiers, l'agilité d'un chien de chasse, les échanges de cadeaux entre amis...
I- Ulysse et son père Laërte (XXIV, 336-344)
εἰ δ᾽ ἄγε τοι καὶ δένδρε᾽ ἐϋκτιμένην κατ᾽ ἀλωὴν εἴπω, ἅ μοί ποτ᾽ ἔδωκας, ἐγὼ δ᾽ ἤιτεόν σε ἕκαστα παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δ᾽ αὐτῶν ἱκνεύμεσθα, σὺ δ᾽ ὠνόμασας καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντ᾽· ὄρχους δέ μοι ὧδ᾽ ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην· ἔνθα δ᾽ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν - |
«Et puis, en parcourant ce beau jardin, je te dirai |
II- Ulysse et son chien Argos (XVII, 291-326)
ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ᾽ αὐτὸς θρέψε μέν, οὐδ᾽ ἀπόνητο, πάρος δ᾽ εἰς Ἴλιον ἱρὴν ὤιχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες αἶγας ἐπ᾽ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· δὴ τότε κεῖτ᾽ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος, ἐν πολλῆι κόπρωι, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ᾽, ὄφρ᾽ ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες· ἔνθα κύων κεῖτ᾽ Ἄργος, ἐνίπλειος κυνοραιστέων. δὴ τότε γ᾽, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐρῆι μέν ῥ᾽ ὅ γ᾽ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, ἆσσον δ᾽ οὐκέτ᾽ ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ᾽ ἐρεείνετο μύθωι· Εὔμαι᾽, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ᾽ ἐνὶ κόπρωι. καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ᾽ οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῶιδε, ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίγνοντ᾽· ἀγλαΐης δ᾽ ἕνεκεν κομέουσιν ἄνακτες. τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. εἰ τοιόσδ᾽ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιήιδη· νῦν δ᾽ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. δμῶες δ᾽, εὖτ᾽ ἂν μηκέτ᾽ ἐπικρατέωσιν ἄνακτες, οὐκέτ᾽ ἔπειτ᾽ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τ᾽ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτ᾽ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕληισιν. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας, βῆ δ᾽ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς. Ἄργον δ᾽ αὖ κατὰ μοῖρ᾽ ἔλαβεν μέλανος θανάτοιο, αὐτίκ᾽ ἰδόντ᾽ Ὀδυσῆα ἐεικοστῶι ἐνιαυτῶι. |
Un chien affalé là dressa la tête et les oreilles, |
III- L'arc d'Ulysse (XXI, 1-41)
Τῆι δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, κούρηι Ἰκαρίοιο, περίφρονι Πηνελοπείηι, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. κλίμακα δ᾽ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, εἵλετο δὲ κληῖδ᾽ εὐκαμπέα χειρὶ παχείηι καλὴν χαλκείην· κώπη δ᾽ ἐλέφαντος ἐπῆεν. βῆ δ᾽ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη ἰοδόκος, πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί, δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. τὼ δ᾽ ἐν Μεσσήνηι ξυμβλήτην ἀλλήλοιϊν οἴκωι ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε· μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν νηυσὶ πολυκλήϊσι τριηκόσι᾽ ἠδὲ νομῆας. τῶν ἕνεκ᾽ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. Ἴφιτος αὖθ᾽ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο δώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοί· αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, φῶθ᾽ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ὧι ἐνὶ οἴκωι, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ἠιδέσατ᾽ οὐδὲ τράπεζαν, τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, ἵππους δ᾽ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον, τὸ πρὶν μέν ῥ᾽ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ κάλλιπ᾽ ἀποθνήισκων ἐν δώμασιν ὑψηλοῖσι. τῶι δ᾽ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζηι γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, ὅς οἱ τόξον ἔδωκε. τὸ δ᾽ οὔ ποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν ἡιρεῖτ᾽, ἀλλ᾽ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετ᾽ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης. |
C'est alors qu'Athéna aux yeux brillants mit dans la tête |
Références des traductions
- Traductions de l'Odyssée : Philippe Jaccottet (1955)